Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.105 Joseph. AJ 4.110 (English) >>Joseph. AJ 4.114

4.108κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ κατά τι στενὸν χωρίον περιειλημμένον αἱμασιαῖς διπλαῖς ὄνος, ἐφʼ ἧς Βάλαμος ὠχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος ὑπαντῶντος ἀπέκλινε τὸν Βάλαμον πρὸς τὸν ἕτερον τῶν τριγχῶν ἀναισθήτως ἔχουσα τῶν πληγῶν, ἃς Βάλαμος ἐπέφερεν αὐτῇ κακοπαθῶν τῇ θλίψει τῇ πρὸς τὸν τριγχόν. 4.109ὡς δʼ ἐγκειμένου τοῦ ἀγγέλου ὄνος τυπτομένη ὤκλασε, κατὰ βούλησιν θεοῦ φωνὴν ἀνθρωπίνην ἀφεῖσα κατεμέμφετο τὸν Βάλαμον ὡς ἄδικον ἐπὶ ταῖς πρότερον διακονίαις μηδὲν ἔχοντα ἐγκαλεῖν αὐτῇ πληγὰς ἐπιφέρειν μὴ συνιείς, ὅτι νῦν κατὰ θεοῦ προαίρεσιν οἷς αὐτὸς ἔσπευσεν ὑπηρετεῖν εἴργεται. 4.110ταραττομένου δὲ αὐτοῦ διὰ τὴν τῆς ὄνου φωνὴν ἀνθρωπίνην οὖσαν ἐπιφανεὶς καὶ ἄγγελος ἐναργὴς ἐνεκάλει τῶν πληγῶν, ὡς οὐχὶ τοῦ κτήνους ὄντος αἰτίου, τὴν δὲ ὁδὸν αὐτοῦ διακωλύοντος παρὰ γνώμην τοῦ θεοῦ γενομένην. 4.111καταδείσας δʼ Βάλαμος οἷός τε ἦν ἀναστρέφειν, ἀλλʼ θεὸς αὐτὸν χωρεῖν τὴν προκειμένην παρώρμησε προστάξας ὅτιπερ ἂν αὐτὸς κατὰ νοῦν αὐτῷ ποιήσειε τοῦτο σημαίνειν. 4.112

Καὶ μὲν ταῦτα τοῦ θεοῦ κελεύσαντος ἥκει πρὸς Βάλακον. δεξαμένου δὲ αὐτὸν τοῦ βασιλέως ἐκπρεπῶς ἠξίου προαχθεὶς ἐπί τι τῶν ὀρῶν σκέψασθαι, πῶς τὸ τῶν Ἑβραίων ἔχοι στρατόπεδον. Βάλακος δʼ αὐτὸς ἀφικνεῖται τὸν μάντιν σὺν βασιλικῇ θεραπείᾳ φιλοτίμως ἀγόμενος εἰς ὄρος, ὅπερ ὑπὲρ κεφαλῆς αὐτῶν ἔκειτο τοῦ στρατοπέδου σταδίους ἀπέχον ἑξήκοντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.105 Joseph. AJ 4.110 (English) >>Joseph. AJ 4.114

Powered by PhiloLogic